Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.17 Dem. 44.20 (English) >>Dem. 44.24

44.19ἐν δὲ τούτῳ τῷ καιρῷ ἔχων τὴν τῆς συγγενείας τῆς πρὸς γυναικῶν πρόφασιν Λεωκράτης τουτουὶ πατὴρ Λεωστράτου εἰσποιεῖ αὑτὸν υἱὸν τῷ Ἀρχιάδῃ, καὶ ἐνεβάτευσεν οὕτως εἰς τὴν οὐσίαν ὡς ὑπʼ ἐκείνου ζῶντος ἔτι εἰσποιηθείς. ἀφικόμενος δὲ Μειδυλίδης ἠγανάκτει τε τῷ γεγενημένῳ καὶ οἷος ἦν ἐπεξιέναι τῷ Λεωκράτει· πειθόντων δὲ τῶν οἰκείων καὶ δεομένων ἐᾶν ἐν τῷ οἴκῳ εἶναι τὸν Λεωκράτην υἱὸν εἰσποιητὸν τῷ Ἀρχιάδῃ, συνεχώρησεν Μειδυλίδης, οὐχ ἡττηθεὶς ἐν δικαστηρίῳ, ἀλλὰ τὸ μὲν ὅλον ὑπὸ τούτων ἀπατηθείς, ἔπειτα μέντοι καὶ τοῖς οἰκείοις πειθόμενος. 44.20καὶ μὲν Μειδυλίδης ταῦτα πράξας τελευτᾷ τὸν βίον, δὲ Λεωκράτης εἶχεν τὴν τοῦ Ἀρχιάδου οὐσίαν καὶ ἐκληρονόμει πολλὰ ἔτη ὡς ἂν ἐκείνου υἱὸς ποιητός· ἡμεῖς δὲ παρὰ τὸ τὸν Μειδυλίδην ταῦτα συγχωρῆσαι ἡσυχίαν εἴχομεν. χρόνῳ δʼ ὕστερον οὐ πολλῷτοῖς γὰρ μετὰ ταῦτα λόγοις ἤδη σφόδρα τὸν νοῦν προσέχετε, ἄνδρες δικασταί· 44.21 γὰρ Λεωκράτης εἰσποιητὸς γενόμενος τῷ Ἀρχιάδῃ, ἐγκαταλιπὼν τουτονὶ Λεώστρατον ἐν τῷ οἴκῳ υἱὸν γνήσιον, ἐπανῆλθεν αὐτὸς εἰς τοὺς Ἐλευσινίους, ὅθεν ἦν τὸ ἐξ ἀρχῆς. καὶ οὐδʼ ἐνταῦθα οὐδέπω ἡμεῖς οὐδὲν τῶν πραγμάτων <τῶν> περὶ τὸν κλῆρον ἐκινοῦμεν, ἀλλʼ ἐμένομεν ἐπὶ τῶν αὐτῶν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.17 Dem. 44.20 (English) >>Dem. 44.24

Powered by PhiloLogic